Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.312 Joseph. AJ 8.315 (English) >>Joseph. AJ 8.319

8.314

Μαθεῖν δʼ ἔστιν ἐκ τούτων, ὅσην τὸ θεῖον ἐπιστροφὴν ἔχει τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πῶς μὲν ἀγαπᾷ τοὺς ἀγαθούς, μισεῖ δὲ τοὺς πονηροὺς καὶ προρρίζους ἀπόλλυσιν· οἱ μὲν γὰρ τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπʼ ἄλλῳ διὰ τὴν παρανομίαν καὶ τὰς ἀδικίας ἐν ὀλίγῳ χρόνῳ πολλοὶ κακῶς διαφθαρέντες ἐγνώσθησαν καὶ τὸ γένος αὐτῶν, δὲ τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν βασιλεὺς Ἄσανος διʼ εὐσέβειαν καὶ δικαιοσύνην εἰς μακρὸν καὶ εὔδαιμον ὑπὸ τοῦ θεοῦ προήχθη γῆρας καὶ τεσσαράκοντα καὶ ἓν ἄρξας ἔτος εὐμοίρως ἀπέθανε. 8.315τελευτήσαντος δʼ αὐτοῦ διεδέξατο τὴν ἡγεμονίαν υἱὸς Ἰωσαφάτης ἐκ γυναικὸς Ἀβιδᾶς τοὔνομα γεγενημένος. τοῦτον μιμητὴν Δαυίδου τοῦ προπάππου κατά τε ἀνδρείαν καὶ εὐσέβειαν ἅπαντες ἐν τοῖς ἔργοις ὑπέλαβον. ἀλλὰ περὶ μὲν τούτου τοῦ βασιλέως οὐ κατεπείγει νῦν λέγειν. 8.316

δὲ Ἄχαβος τῶν Ἰσραηλιτῶν βασιλεὺς κατῴκει μὲν ἐν Σαμαρείᾳ, τὴν δʼ ἀρχὴν κατέσχεν ἕως ἐτῶν εἴκοσι καὶ δύο μηδὲν καινίσας τῶν πρὸ αὐτοῦ βασιλέων, εἰ μὴ ὅσα γε πρὸς τὸ χεῖρον καθʼ ὑπερβολὴν πονηρίας ἐπενόησεν, ἅπαντα δʼ αὐτῶν τὰ κακουργήματα καὶ τὴν πρὸς τὸ θεῖον ὕβριν ἐκμιμησάμενος καὶ μάλιστα τὴν Ἱεροβοάμου ζηλώσας παρανομίαν· 8.317καὶ γὰρ οὗτος δαμάλεις τὰς ὑπʼ ἐκείνου κατασκευασθείσας προσεκύνησε καὶ τούτοις ἄλλα παράδοξα προσεμηχανήσατο. ἔγημε δὲ γυναῖκα θυγατέρα μὲν Εἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως Ἰεζαβέλην δὲ ὄνομα, ἀφʼ ἧς τοὺς ἰδίους αὐτῆς θεοὺς προσκυνεῖν ἔμαθεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.312 Joseph. AJ 8.315 (English) >>Joseph. AJ 8.319

Powered by PhiloLogic